Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 19.128 Dem. 19.130 (English) >>Dem. 19.134

19.129καὶ ταῦτʼ οὐκ ἔνεστιν ἐμοὶ μὲν οὕτω, τούτῳ δʼ ἄλλως πως εἰπεῖν· ἀλλʼ ὑπὲρ μὲν τῆς ἐξωμοσίας ἐν τοῖς κοινοῖς τοῖς ὑμετέροις γράμμασιν ἐν τῷ μητρῴῳ ταῦτʼ ἐστίν, ἐφʼ οἷς δημόσιος τέτακται, καὶ ψήφισμʼ ἄντικρυς περὶ τούτου τοῦ ὀνόματος γέγραπται· ὑπὲρ δʼ ὧν ἐκεῖ διεπράξατο, οἱ συμπρεσβεύοντες καὶ παρόντες καταμαρτυρήσουσιν, οἵπερ ἐμοὶ ταῦτα διηγοῦντο· οὐ γὰρ ἔγωγʼ αὐτοῖς συνεπρέσβευσα, ἀλλʼ ἐξωμοσάμην. 19.130καί μοι λέγε τὸ ψήφισμα καὶ τὰ γράμματα, καὶ τοὺς μάρτυρας κάλει.Ψήφισμα Μάρτυρες

τίνας οὖν εὐχὰς ὑπολαμβάνετʼ εὔχεσθαι τοῖς θεοῖς τὸν Φίλιππον, ὅτʼ ἔσπενδεν, τοὺς Θηβαίους; ἆρʼ οὐ κράτος πολέμου καὶ νίκην αὑτοῖς καὶ τοῖς συμμάχοις διδόναι, καὶ τἀναντία τοῖς τῶν Φωκέων; οὐκοῦν ταῦτα συνηύχεθʼ οὗτος καὶ κατηρᾶτο τῇ πατρίδι, νῦν εἰς κεφαλὴν ὑμᾶς αὐτῷ δεῖ τρέψαι.

19.131οὐκοῦν ᾤχετο μὲν παρὰ τὸν νόμον, ὃς θάνατον κελεύει τούτων τὴν ζημίαν εἶναι· ἐλθὼν δʼ ἐκεῖσε ἑτέρων θανάτων ἄξια ποιῶν πέφανται· τὰ δὲ πρόσθεν πεπραγμένα καὶ πεπρεσβευμένʼ ὑπὲρ τούτων ἀποκτείνειεν ἂν αὐτὸν δικαίως. σκοπεῖτε τοίνυν τί ἔσται τίμημα, ταύτην ἕξει τὴν ἀξίαν ὥστε τοσούτων πραγμάτων ἀξιόχρεων φαίνεσθαι. 19.132πῶς γὰρ οὐκ αἰσχρόν, ἄνδρες Ἀθηναῖοι, δημοσίᾳ μὲν ἅπαντας ὑμᾶς καὶ ὅλον τὸν δῆμον πᾶσι τοῖς πεπραγμένοις ἐκ τῆς εἰρήνης ἐπιτιμᾶν, καὶ μήτε τῶν ἐν Ἀμφικτύοσι κοινωνεῖν ἐθέλειν, δυσκόλως τʼ ἔχειν καὶ ὑπόπτως πρὸς τὸν Φίλιππον, ὡς ἀσεβῶν καὶ δεινῶν ὄντων τῶν πεπραγμένων καὶ οὔτε δικαίων οὔθʼ ὑμῖν συμφερόντων, εἰς δὲ τὸ δικαστήριον εἰσελθόντας τὰς ὑπὲρ τούτων εὐθύνας δικάσοντας, ὅρκον ὑπὲρ τῆς πόλεως ὀμωμοκότας, τὸν ἁπάντων τῶν κακῶν αἴτιον καὶ ὃν εἰλήφατʼ ἐπʼ αὐτοφώρῳ τοιαῦτα πεποιηκότα, τοῦτον ἀφεῖναι;



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 19.128 Dem. 19.130 (English) >>Dem. 19.134

Powered by PhiloLogic